scripture.how 성경필사
KO

Copywork

LXX Brenton 룻기 3장

성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.

KO 한국어
ZH 중국어
JA 일본어
HI 힌디어
BN 벵골어
TA 타밀어
TE 텔루구어
ML 말라얄람어
FA 페르시아어
MY 버마어
NE 네팔어
MR 마라티어
KN 칸나다어
HA 하우사어
YO 요루바어
SW 스와힐리어
IG 이그보어
ID 인도네시아어
TSI
PT 포르투갈어
VI 베트남어
AR 아랍어
AVD
RU 러시아어
UK 우크라이나어
RO 루마니아어
BTF
IT 이탈리아어
FI 핀란드어
TO 통가어
HR 크로아티아어
SR 세르비아어
TR 튀르키예어
HU 헝가리어
PL 폴란드어
SK 슬로바키아어
LA 라틴어
NL 네덜란드어
CS 체코어
FR 프랑스어
ES 스페인어
DE 독일어
ETC 기타 언어
3:1
대기

Καὶ ἐκάθισε μετὰ τῆς πενθερᾶς αὐτῆς· εἶπε δὲ αὐτῇ Νωεμὶν ἡ πενθερὰ αὐτῆς, θύγατερ, οὐ μὴ ζητήσω σοι ἀνάπαυσιν, ἵνα εὖ γένηταί σοι;

3:2
대기

Καὶ νῦν οὐχὶ Βοὸζ γνώριμος ἡμῶν, οὗ ἦς μετὰ τῶν κορασίων αὐτοῦ; ἰδοὺ αὐτὸς λικμᾷ τὸν ἅλωνα τῶν κριθῶν ταύτῃ τῇ νυκτί.

3:3
대기

Σὺ δὲ λούσῃ, καὶ ἀλείψῃ, καὶ περιθήσεις τὸν ἱματισμόν σου ἐπὶ σὲ, καὶ ἀναβήσῃ ἐπὶ τὸν ἅλω· μὴ γνωρισθῇς τῷ ἀνδρὶ ἕως τοῦ συντελέσαι αὐτὸν τοῦ φαγεῖν καὶ πιεῖν.

3:4
대기

Καὶ ἔσται ἐν τῷ κοιμηθῆναι αὐτὸν, καὶ γνώσῃ τὸν τόπον ὅπου κοιμᾶται ἐκεῖ, καὶ ἐλεύσῃ καὶ ἀποκαλύψεις τὰ πρὸς ποδῶν αὐτοῦ, καὶ κοιμηθήσῃ, καὶ αὐτὸς ἀπαγγελεῖ σοι ἃ ποιήσεις.

3:5
대기

Εἶπε δὲ Ῥοὺθ πρὸς αὐτὴν, πάντα ὅσα ἂν εἴπῃς, ποιήσω.

3:6
대기

Καὶ κατέβη εἰς τὸν ἅλω, καὶ ἐποίησε κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτῇ ἡ πενθερὰ αὐτῆς.

3:7
대기

Καὶ ἔφαγε Βοὸζ καὶ ἔπιε, καὶ ἠγαθύνθη ἡ καρδία αὐτοῦ, καὶ ἦλθε κοιμηθῆναι ἐν μερίδι τῆς στοιβῆς· ἡ δὲ ἦλθεν ἐν κρυφῇ, καὶ ἀπεκάλυψε τὰ πρὸς ποδῶν αὐτοῦ.

3:8
대기

Ἐγένετο δὲ ἐν τῷ μεσονυκτίῳ, καὶ ἐξέστη ὁ ἀνὴρ, καὶ ἐταράχθη, καὶ ἰδοὺ γυνὴ κοιμᾶται πρὸς ποδῶν αὐτοῦ.

3:9
대기

Εἶπε δὲ, τίς εἶ σύ; ἡ δὲ εἶπεν, ἐγὼ εἰμι Ῥοὺθ ἡ δούλη σου, καὶ περιβαλεῖς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου, ὅτι ἀγχιστεὺς εἶ σύ.

3:10
대기

Καὶ εἶπε Βοὸζ, εὐλογημένη σὺ τῷ Κυρίῳ Θεῷ, θύγατερ, ὅτι ἠγάθυνας τὸ ἔλεός σου τὸ ἔσχατον ὑπὲρ τὸ πρῶτον, μὴ πορευθῆναί σε ὀπίσω νεανιῶν, εἴτοι πτωχὸς εἴτοι πλούσιος.

3:11
대기

Καὶ νῦν θύγατερ μὴ φοβοῦ, πάντα ὅσα ἐὰν εἴπῃς ποιήσω σοι· οἶδε γὰρ πᾶσα φυλὴ λαοῦ μου ὅτι γυνὴ δυνάμεως εἶ σύ.

3:12
대기

Καὶ νῦν ὁ ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι· καί γε ἐστὶν ἀγχιστεὺς ἐγγίων ὑπὲρ ἐμέ.

3:13
대기

Αὐλίσθητι τὴν νύκτα, καὶ ἔσται τοπρωῒ ἐὰν ἀγχιστεύσῃ σε, ἀγαθόν· ἀγχιστευέτω· ἐὰν δὲ μὴ βούληται ἀγχιστεῦσαί σε, ἀγχιστεύσω σε ἐγώ· ζῇ Κύριος· κοιμήθητι ἕως τοπρωΐ.

3:14
대기

Καὶ ἐκοιμήθη πρὸς ποδῶν αὐτοῦ ἕως πρωΐ· ἡ δὲ ἀνέστη πρὸ τοῦ ἐπιγνῶναι ἄνδρα τὸν πλησίον αὐτοῦ· καὶ εἶπε Βοὸζ, μὴ γνωσθήτω, ὅτι ἦλθε γυνὴ εἰς τὸν ἅλω.

3:15
대기

Καὶ εἶπεν αὐτῇ, Φέρε τὸ περίζωμα τὸ ἐπάνω σου· καὶ ἐκράτησεν αὐτὸ, καὶ ἐμέτρησεν ἓξ κριθῶν, καὶ ἐπέθηκεν ἐπʼ αὐτὴν, καὶ εἰσῆλθεν εἰς τὴν πόλιν.

3:16
대기

Καὶ Ῥοὺθ εἰσῆλθε πρὸς τὴν πενθερὰ αὐτῆς· ἡ δὲ εἶπεν αὐτῇ, θύγατερ· καὶ εἶπεν αὐτῇ πάντα ὅσα ἐποίησεν αὐτῇ ὁ ἀνήρ.

3:17
대기

Καὶ εἶπεν αὐτῇ, τὰ ἕξ τῶν κριθῶν ταῦτα ἔδωκέ μοι, ὅτι εἶπε πρὸς μὲ, μὴ εἰσέλθῃς κενὴ πρὸς τὴν πενθεράν σου.

3:18
대기

Ἡ δὲ εἶπε, κάθου θύγατερ, ἕως τοῦ ἐπιγνῶναί σε πῶς οὐ πεσεῖται ῥῆμα· οὐ γὰρ μὴ ἡσυχάσῃ ὁ ἀνὴρ ἕως ἂν τελεσθῇ τὸ ῥῆμα σήμερον.