Καὶ εἶπε Γιεζὶ τὸ παιδάριον Ἐλισαιὲ, ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμὰν τοῦ Σύρου τούτου, τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχε· ζῇ Κύριος, ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ, καὶ λήψομαι ἀπʼ αὐτοῦ τι.
KO
Copywork
LXX Brenton · 5:20-27 Leprosy Strikes the Greedy Gehazi
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 열왕기하
Καὶ ἐδίωξε Γιεζὶ ὀπίσω τοῦ Ναιμάν· καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ, καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ.
Καὶ εἶπεν, εἰρήνη· ὁ κύριός μου ἀπεστειλέ με, λέγων, ἰδοὺ νῦν ἦλθον πρὸς μὲ δύο παιδάρια ἐξ ὄρους Ἐφραὶμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου, καὶ δύο ἀλλασσομένας στολάς.
Καὶ εἶπε, λάβε διτάλαντον ἀργυρίου· καὶ ἔλαβε δύο τάλαντα ἀρλυρίον ἐν δυσὶ θυλάκοις, καὶ δύο ἀλλασσομένας στολὰς, καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ, καὶ ᾖραν ἔμπροσθεν αὐτοῦ.
Καὶ ἦλθεν εἰς τὸ σκοτεινὸν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ παρέθετο ἐν οἴκῳ, καὶ ἐξαπέστειλε τοὺς ἄνδρας.
Καὶ αὐτὸς εἰσῆλθε, καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν Ἐλισαιὲ, πόθεν Γιεζί; καὶ εἶπε Γιεζί, Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα.
Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισαιὲ, οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἱμάτια, καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας.
Καὶ ἡ λέπρα Ναιμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα· καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.