Πᾶν ῥῆμα ὃ ἐγὼ ἐντλλομαι ὑμῖν σήμερον, τοῦτο φυλάξῃ ποιεῖν· οὐ προσθήσεις ἐπʼ αὐτό, οὐδὲ ἀφελεῖς ἀπʼ αὐτοῦ.
KO
Copywork
LXX Brenton · 13:1-5 Discern False Prophets
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 신명기
Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος τὸ ἐνύπνιον, καὶ δῷ σοι σημεῖον ἢ τέρας,
καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησε πρὸς σὲ, λέγων, πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε,
οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει Κύριος ὁ Θεός σου ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
Ὀπίσω Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύεσθε, καὶ τοῦτον φοβηθήσεσθε, καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε, καὶ αὐτῷ προστεθήσεσθε.