Ἀκολάστον οἶνος, καὶ ὑβριστικὸν μέθη, πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.
KO
Copywork
LXX Brenton 잠언 20장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
Οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος, ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.
Δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας, πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.
Ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται, ὡσαύτως καὶ ὁ δανειζόμενος σῖτον ἐν ἀμητῷ.
Ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρὸς, ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν.
Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.
Ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει.
Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν.
Μὴ εἴπῃς, τίσομαι τὸν ἐχθρὸν, ἀλλʼ ὑπόμεινον τὸν Κύριον, ἵνα σοι βοηθήσῃ.
Στάθμιον μέγα καὶ μικρὸν, καὶ μέτρα δισσὰ, ἀκάθαρτα ἐνώπιον Κυρίου καὶ ἀμφότερα, καὶ ὁ ποιῶν αὐτά.
Ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθήσεται νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.
Οὖς ἀκούει, καὶ ὀφθαλμὸς ὁρᾷ, Κυρίου ἔργα καὶ ἀμφότερα.
Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· διάνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἐμπλήσθητι ἄρτων.
Βδέλυγμα Κυρίῳ δισσὸν στάθμιον, καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ.
Παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρὶ, θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ;
Παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι, μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται.
Λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφὸς, καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν.
Φῶς Κυρίου πνοὴ ἀνθρώπων, ὃς ἐρευνᾷ ταμιεῖα κοιλίας.
Ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.
Κόσμος νεανίαις σοφία, δόξα δὲ πρεσβυτέρων πολιαί.
Ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς, πληγαὶ δὲ εἰς ταμιεῖα κοιλίας.