scripture.how Bible Copywork
EN

Copywork

LXX Brenton Ruth 2장

Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.

KO Korean
ZH Chinese
JA Japanese
HI Hindi
BN Bengali
TA Tamil
TE Telugu
ML Malayalam
FA Persian
MY Burmese
NE Nepali
MR Marathi
KN Kannada
HA Hausa
YO Yoruba
SW Swahili
IG Igbo
ID Indonesian
TSI
PT Portuguese
VI Vietnamese
AR Arabic
AVD
RU Russian
UK Ukrainian
RO Romanian
BTF
IT Italian
FI Finnish
TO Tongan
HR Croatian
SR Serbian
TR Turkish
HU Hungarian
PL Polish
SK Slovak
LA Latin
NL Dutch
CS Czech
FR French
ES Spanish
DE German
ETC Other languages
2:1
Waiting

Καὶ τῇ Νωεμὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς, ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύϊ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ, καὶ ὄνομα αὐτῷ Βοόζ.

2:2
Waiting

Καὶ εἶπε Ῥοὺθ ἡ Μωαβίτις πρὸς Νωεμὶν, πορεῦθω δὴ εἰς ἀγρὸν, καὶ συνάξω ἐν τοῖς στάχυσι κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπε δὲ αὐτῇ, πορεύου, θύγατερ.

2:3
Waiting

Καὶ ἐπορεύθη· καὶ ἐλθοῦσα συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθε τῶν θεριζόντων· καὶ περιέπεσε περιπτώματι τῇ μερίδι τοῦ ἀγροῦ Βοὸζ, τοῦ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ.

2:4
Waiting

Καὶ ἰδοὺ Βοὸζ ἦλθεν ἐκ Βηθλεὲμ, καὶ εἶπε τοῖς θερίζουσι, Κύριος μεθʼ ὑμῶν· καὶ εἶπον αὐτῷ, εὐλογήσαι σε Κύριος.

2:5
Waiting

Καὶ εἶπε Βοὸζ τῷ παιδαρίῳ αὐτοῦ τῷ ἐφεστῶτι ἐπὶ τοὺς θερίζοντας, τίνος ἡ νεᾶνις αὕτη;

2:6
Waiting

Καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὸς ἐπὶ τοὺς θερίζοντας, καὶ εἶπεν, ἡ παῖς ἡ Μωαβίτις ἐστὶν ἡ ἀποστραφεῖσα μετὰ Νωεμὶν ἐξ ἀγροῦ Μωάβ·

2:7
Waiting

Καὶ εἶπε, συλλέξω δὴ καὶ συνάξω ἐν τοῖς δράγμασιν ὄπισθεν τῶν θεριζόντων· καὶ ἦλθε καὶ ἔστη ἀπὸ πρωΐθεν καὶ ἕως ἑσπέρας, οὐ κατέπαυσεν ἐν τῷ ἀγρῷ μικρόν.

2:8
Waiting

Καὶ εἶπε Βοὸζ πρὸς Ῥοὺθ, οὐκ ἤκουσας θύγατερ; μὴ πορευθῇς ἐν ἀγρῷ συλλέξαι ἑτέρῳ· καὶ σὺ οὐ πορεύσῃ ἐντεῦθεν, ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου.

2:9
Waiting

Οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρὸν οὗ ἐὰν θερίζωσι, καὶ πορεύσῃ κατόπισθεν αὐτῶν· ἰδοὺ ἐνετειλάμην τοῖς παιδαρίοις τοῦ μὴ ἅψασθαί σου· καὶ ὅτε διψήσεις καὶ πορευθήσῃ εἰς τὰ σκεύη, καὶ πίεσαι ὅθεν ἐὰν ὑδρεύωνται τὰ παιδάρια.

2:10
Waiting

Καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε πρὸς αὐτὸν, τί ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου τοῦ ἐπιγνῶναί με, καὶ ἐγώ εἰμι ξένη;

2:11
Waiting

Καὶ ἀπεκρίθη Βοὸζ, καὶ εἶπεν αὐτῇ, ἀπαγγελίᾳ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου· καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ τὴν γῆν γενέσεώς σου, καὶ ἐπορεύθης πρὸς λαὸν ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρίτης.

2:12
Waiting

Ἀποτίσαι Κύριος τὴν ἐργασίαν σου· γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου Θεοῦ Ἰσραὴλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ.

2:13
Waiting

Ἡ δὲ εἶπεν, εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριε, ὅτι παρεκάλεσάς με, καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τῆς δούλης σου, καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τῶν παιδισκῶν σου.

2:14
Waiting

Καὶ εἶπεν αὐτῇ Βοὸζ, ἤδη ὥρα τοῦ φαγεῖν, πρόσελθε ὧδε καὶ φάγεσαι τῶν ἄρτων, καὶ βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει· καὶ ἐκάθισε Ῥοὺθ ἐκ πλαγίων τῶν θεριζόντων· καὶ ἐβούνισεν αὐτῇ Βοὸζ ἄλφιτον, καὶ ἔφαγε καὶ ἐνεπλήσθη καὶ κατέλιπε,

2:15
Waiting

Καὶ ἀνέστη τοῦ συλλέγειν· καὶ ἐνετείλατο Βοὸζ τοῖς παιδαρίοις αὐτοῦ, λέγων, καί γε ἀναμέσον τῶν δραγμάτων συλλεγέτω, καὶ μὴ καταισχύνητε αὐτήν·

2:16
Waiting

Καὶ βαστάζοντες βαστάσατε αὐτῇ, καί γε παραβάλλοντες παραβαλεῖτε αὐτῇ ἐκ τῶν βεβουνισμένων, καὶ φάγεται, καὶ συλλέξει, καὶ οὐκ ἐπιτιμήσετε αὐτῇ.

2:17
Waiting

Καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ ἕως ἑσπέρας, καὶ ἐῤῥάβδισεν ἃ συνέλεξε, καὶ ἐγενήθη ὡς οἰφὶ κριθῶν.

2:18
Waiting

Καὶ ᾖρε καὶ εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ εἶδεν ἡ πενθερὰ αὐτῆς ἃ συνέλεξε· καὶ ἐξενέγκασα Ῥοὺθ ἔδωκεν αὐτῇ ἃ κατέλιπεν ἐξ ὧν ἐνεπλήσθη.

2:19
Waiting

Καὶ εἶπεν αὐτῇ ἡ πενθερὰ αὐτῆς, ποῦ συνέλεξας σήμερον καὶ ποῦ ἐποίησας; εἴη ὁ ἐπιγνούς σε εὐλογημένος· καὶ ἀνήγγειλε Ῥοὺθ τῇ πενθερᾷ αὐτῆς ποῦ ἐποίησε, καὶ εἶπε, τὸ ὄνομα τοῦ ἀνδρὸς μεθʼ οὗ ἐποίησα σήμερον Βοόζ.

2:20
Waiting

Εἶπε δὲ Νωεμὶν τῇ νύμφῃ αὐτῆς, εὐλογητός ἐστι τῷ Κυρίῳ, ὅτι οὐκ ἐγκατέλιπε τὸ ἔλεος αὐτοῦ μετὰ τῶν ζώντων καὶ μετὰ τῶν τεθνηκότων· καὶ εἶπεν αὐτῇ Νωεμὶν, ἐγγίζει ἡμῖν ὁ ἀνὴρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι.

2:21
Waiting

Καὶ εἶπε Ῥοὺθ πρὸς τὴν πενθερὰν αὐτῆς, καί γε ὅτι εἶπε πρὸς μέ, μετὰ τῶν κορασίων τῶν ἐμῶν προσκολλήθητι, ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητὸν ὃς ὑπάρχει μοι.

2:22
Waiting

Καὶ εἶπε Νωεμὶν πρὸς Ῥοὺθ τὴν νύμφην αὐτῆς, ἀγαθὸν θύγατερ, ὅτι ἐξῆλθες μετὰ τῶν κορασίων αὐτου, καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρῷ ἑτέρῳ.

2:23
Waiting

Καὶ προσεκολλήθη Ῥοὺθ τοῖς κορασίοις τοῦ Βοὸζ τοῦ συλλέγειν, ἕως τοῦ συντελέσαι τὸν θερισμὸν τῶν κριθῶν καὶ τῶν πυρῶν.