シーン 1 · 마음에 근심하지 말라
Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. ヨハ 14:1-3
シーン 2 · 내가 곧 길이요 진리요 생명이다
Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι᾿ ἐμοῦ. ヨハ 14:5-6
シーン 3 · 나를 본 사람은 아버지를 보았어요
Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς, Τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾿ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. ヨハ 14:8-11
シーン 4 · 내 이름으로 구하라
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι. Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ. Ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω. ヨハ 14:12-14
シーン 5 · 또 다른 보혜사를 주실 거예요
Καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό. Ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾿ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται. ヨハ 14:16-17
シーン 6 · 너희를 고아처럼 버려두지 않겠다
Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. ヨハ 14:18-21
シーン 7 · 우리와 함께 거처를 삼으리라
Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ; Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν. Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός. ヨハ 14:22-24
シーン 8 · 내 평안을 너희에게 준다
Ταῦτα λελάληκα ὑμῖν παρ᾿ ὑμῖν μένων. Ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν. Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω. Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ μου μείζων μού ἐστι. Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι· ἵνα, ὅταν γένηται, πιστεύσητε. Οὐκέτι πολλὰ λαλήσω μεθ᾿ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· ἀλλ᾿ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. ヨハ 14:25-31
聖書ノート案内
現在の聖書ノート作成者が一緒に読むために整理した色の意味、コラム、概念辞典、書式用語を確認できます。
1節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
2節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
3節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
4節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
5節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
6節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
7節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
8節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
9節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
10節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
11節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
12節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
13節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
14節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
15節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
16節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
17節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
18節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
19節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
20節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
21節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
22節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
23節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
24節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
25節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
26節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
27節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
28節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
29節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
30節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.
31節 コメント
登録されたコメントはまだありません。
로그인 후 댓글을 남길 수 있습니다.